ΘΕΟΦΙΛΟΣ  Γ’

Ἐλέῳ Θεοῦ Πατριάρχης τῆς Ἁγίας Πόλεως Ἱερουσαλήμ

καί πάσης Παλαιστίνης

παντί τῷ πληρώματι τῆς Ἐκκλησίας, χάριν καί ἔλεος καί εἰρήνην

ἀπό τοῦ Παναγίου καί Ζωoδόχου Τάφου

τοῦ Ἀναστάντος Χριστοῦ.

«Κυκλώσατε  λαοί Σιών, καί περιλάβετε αὐτήν, καί δότε δόξαν ἐν αὐτῇ,

τῷ ἀναστάντι ἐκ νεκρῶν, ὅτι αὐτός ἐστιν ὁ Θεός ἡμῶν, ὁ λυτρωσάμενος ἡμᾶς,

ἐκ τῶν ἀνομιῶν ἡμῶν».

(Ἀναστάσιμον Στιχηρόν, Ἑσπερινοῦ, ἤχου α’).

 

Ἡ χάρις τοῦ Ἁγίου Πνεύματος συνήγαγεν ἡμᾶς, ὡς τέκνα πιστά τῆς ἀνά τόν κόσμον Ὀρθοδόξου Ἐκκλησίας, ἐκ διαφόρων χωρῶν καί ἐθνῶν, ἐκ δυσμῶν καί βορρᾶ, καί θαλάσσης καί ἑῴας, εἰς τήν ἀθρόαν ταύτην, σεμνήν καί σεπτήν ὁλονύκτιον λειτουργικήν, εὐχαριστιακήν σύναξιν, εἰς ἕν σύστημα, μίαν κοινότητα, μίαν ἑνότητα, ἕν σῶμα Χριστοῦ, τήν Ἐκκλησίαν. Ἡ σύναξις ἡμῶν πληροῖ τόν τόπον τοῦτον τόν ἅγιον, τόν εὑρισκόμενον ἐν μέσῳ τῆς γῆς, ἐν ᾧ ὁ Θεός τήν σωτηρίαν ἡμῶν ἀπειργάσατο.

Τήν σωτηρίαν ταύτην ὁ Θεός Πατήρ ἀπειργάσατο ἐν τῷ Υἱῷ Αὐτοῦ τῷ Μονογενεῖ, τῷ ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς Παρθένου ἐνανθρωπήσαντι, σταυρωθέντι καί ἀναστάντι Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστοῦ.

Οὗτος, ὁ Υἱός τοῦ Θεοῦ καί Υἱός τοῦ ἀνθρώπου, ὁ Θεάνθρωπος, Ἰησοῦς Χριστός ὁ Ναζωραῖος, σταυρωθείς σαρκί ὑπέρ ἡμῶν, θανών καί ταφείς, εἰς τόν τάφον οὐκ ἔμεινεν. Ὁ θάνατος, ὁ ἰσχύων ἐπί τῶν ἀνθρώπων, Αὐτόν οὐκ ἐκράτησεν, ἀλλά ἐξέμεσεν. Οὗτος ὡς ἐκ παστάδος βασιλικῆς τοῦ τάφου ἐξῆλθεν, διαρρήξας τάς σφραγίδας αὐτοῦ. Ἀνέστη, μετά τοῦ ἀχράντου Αὐτοῦ σώματος, τό ὁποῖον ἐν τῇ ἐνανθρωπήσει Αὐτοῦ προσέλαβε.

Τοῦτο τό σῶμα, πληγέν καί παθέν ἐν τῷ σταυρῷ, ἐν τῷ τάφῳ διαφθοράν οὐκ οἶδε, ἀλλά δεδοξασμένον καί λελαμπρυσμένον ἐξήλθε τοῦ τάφου ἐν ἑτέρᾳ μορφῇ. Ἐν τῇ μορφῇ, ταύτῃ ἐθεάσαντο Αὐτό αἱ τά μύρα συμπαθῶς τοῖς δάκρυσι κιρνῶσαι μυροφόροι γυναῖκες, οἱ εἰς τό μνημεῖον ταχέως δραμόντες ἀπόστολοι, οἱ συνηγμένοι εἰς τό ὑπερῷον τῶν θυρῶν κεκλεισμένων, οἱ πορευόμενοι εἰς Ἐμμαούς, καί οἱ ἐπί τῆς γῆς τῆς Τιβεριάδος θαλάσσης παρά τῶν χειρῶν τοῦ Ἀναστάντος Χριστοῦ λαβόντες καί φαγόντες τόν ἄρτον καί τό ὀψάριον ὁμοίως.

Συναναστήσας ἡμᾶς Ἑαυτῷ ὁ Κύριος τῆς ζωῆς καί τοῦ θανάτου, ὑπέδειξεν ἡμῖν πολιτείαν ἐπί γῆς ἀναστημένην καί ἀναγεγενημένην, πολιτείαν θεανθρωπίνην, τελουμένην καί τελειουμένην ἐν ἔργοις ἀγαθοῖς, ἔργοις δημιουργίας, φιλανθρωπίας, κοινωνικῆς εὐποιΐας, πολιτείαν μεταβάλλουσαν τόν πλανήτην ἡμῶν, τήν οἰκουμένην ὅλην εἰς παράδεισον τρυφῆς καί ἀναψυχῆς καί οὐχί εἰς πεδίον συμπλοκῆς δυνάμεων ἐχθρικῶν, πυρηνικῶν πειραματισμῶν καί διαστημικῶν ἐξερευνήσεων.

Τήν ὑπό τοῦ Κυρίου ἐγκαινιασθεῖσαν πολιτείαν ταύτην βιοῖ καί συνεχίζει ἡ Ἐκκλησία, ἡ ὁποία εἷναι ὁ Χριστός παρατεινόμενος εἰς τούς αἰῶνας. Αὕτη συνεχίζει τό ἔργον Αὐτοῦ τό ἁγιαστικόν ἐπί τῆς γῆς, διδάσκει καί ἐξαγιάζει τούς πιστούς αὐτῆς διά τῶν μυστηρίων, φροντίζει τούς πτωχούς, ἐκτρέφει τούς πεινῶντας καί παραμυθεῖ «τούς ἀποψύχοντας ἀνθρώπους ἀπό φόβου καί προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ» (Λουκ. 21, 26), τά θύματα τῆς βίας καί τῆς τρομοκρατίας, τῆς οἰκονομικῆς κρίσεως καί ποικίλης ἐκμεταλλεύσεως.

Τό ἔργον τοῦτο, τό ἁγιαστικόν καί φιλάνθρωπον, ἐπιτελεῖ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ὅπου γῆς, ἡ δέ Ἐκκλησία τῶν Ἱεροσολύμων, ἡ δεχθεῖσα πρώτη ἄφεσιν ἁμαρτιῶν διά τῆς ἀναστάσεως, ἐπιτελεῖ τοῦτο εἰς τούς Ἁγίους Τόπους. Αὕτη διακονεῖ τούς Ἁγίους Τόπους καί τούς διαβιοῦντας εἰς αὐτούς πιστούς, ἐπιμελεῖται τούτων καί διαφυλάττει τήν ἐπ’ αὐτῶν κληρονομίαν τῶν Ρωμαίων Ὀρθοδόξων.

Κηρύττει διά λόγων καί ἔργων ὅτι Χριστός ἀνέστη. Ἐπιτελεῖ ἔργον σωτηρίας τῶν πιστῶν αὐτῆς καί ἔργον συμφιλιώσεως, συνδιαλλαγῆς καί εἰρήνης μεταξύ τῶν λαῶν τῆς Ἁγίας Γῆς καί τῆς Μέσης Ἀνατολῆς.

Ἡ Σιωνῖτις Μήτηρ τῶν Ἐκκλησιῶν θεωρεῖ ὡς ποίμνιον αὐτῆς κατά τάς ἡμέρας τῆς προσκυνήσεως ὑμῶν καί ὑμᾶς τούς εὐλαβεῖς προσκυνητάς, τούς ἐκ τῶν περάτων τῆς γῆς προσελθόντας εἰς τούς κόλπους αὐτῆς καί δέεται ὑπέρ ὑγιείας ὑμῶν τῶν προσκυνητῶν, ἐπιτρόπων τε καί συνδρομητῶν, σωτηρίας καί εὐημερίας πάντοτε μέν, ἰδίᾳ δέ εἰς τήν Θείαν Λειτουργίαν ταύτην, τήν τελουμένην ἐπί τοῦ Παναγίου καί Ζωοδόχου Τάφου, ἐξ οὗ Χριστός ἀνέστη καί ὁ ἄνθρωπος συνανέστη, ἠλευθερώθη, ἐλυτρώθη καί ἐσώθη.

Ἀπό τοῦ Παναγίου καί Ζωοδόχου Τάφου χαιρετίζομεν ὑμᾶς διά τοῦ πασχαλίου χαιρετισμοῦ, Χριστός Ἀνέστη καί ἐπιδαψιλεύομεν ὑμᾶς διά τῶν Πατριαρχικῶν Ἡμῶν εὐχῶν καί εὐλογιῶν.

Ἐν  τῇ  Ἁγίᾳ  Πόλει  Ἱερουσαλήμ,   ΠΑΣΧΑ   2013.

Διάπυρος πρός Κύριον Εὐχέτης,

 ΘΕΟΦΙΛΟΣ Γ’ 

Πατριάρχης Ἱεροσολύμων

Did you like this? Share it: